Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.339 Joseph. AJ 17.344 (English) >>Joseph. AJ 17.348

17.342

Δεκάτῳ δὲ ἔτει τῆς ἀρχῆς Ἀρχελάου οἱ πρῶτοι τῶν ἀνδρῶν ἔν τε Ἰουδαίοις καὶ Σαμαρεῦσι μὴ φέροντες τὴν ὠμότητα αὐτοῦ καὶ τυραννίδα κατηγοροῦσιν αὐτοῦ ἐπὶ Καίσαρος, καὶ μάλιστα ἐπεὶ ἔγνωσαν αὐτὸν παραβεβηκότα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐπιεικῶς ἀναστραφῇ τὰ πρὸς αὐτούς. 17.343 τοίνυν Καῖσαρ ὡς ἤκουσεν, ὀργῇ φέρων τὸν ἐπίτροπον τὸν Ἀρχελάου τῶν ἐν Ῥώμῃ πραγμάτων, Ἀρχέλαος δὲ καὶ τούτῳ ὄνομα ἦν, μετακαλέσας γράφειν μὲν Ἀρχελάῳ ταπεινὸν ἡγεῖται, “σὺ δὲ παραχρῆμα, φησίν, πλέων μηδὲν 17.344εἰς ἀναβολὰς ἐπαναγαγεῖν αὐτὸν πρὸς ἡμᾶς.” καὶ ὃς ἔκπλουν ἐκ τοῦ ὀξέος ποιησάμενος καὶ ἀφικόμενος εἰς Ἰουδαίαν λαμβάνει τὸν Ἀρχέλαον ἐν εὐωχίαις ὄντα μετὰ τῶν φίλων, τήν τε διάνοιαν ἀποσημαίνει τὴν Καίσαρος καὶ ὥρμησεν αὐτὸν εἰς τὴν ἔξοδον. καὶ Καῖσαρ ἀφικομένου ἐπί τινων κατηγόρων ἀκροᾶται καὶ αὐτοῦ λέγοντος ἐκεῖνον μὲν φυγάδα ἐλαύνει δοὺς οἰκητήριον αὐτῷ Βίενναν πόλιν τῆς Γαλατίας, τὰ δὲ χρήματα ἀπηνέγκατο. 17.345

Πρότερον δὲ κληθεὶς ἐπὶ Ῥώμης ἀνελθεῖν Ἀρχέλαος ὄναρ τοιόνδε ἐκδιηγεῖται τοῖς φίλοις θεασάμενος· ἀστάχυας δέκα τὸν ἀριθμὸν πλέους πυροῦ τὴν ἰδίαν ἀκμὴν ἀπειληφότας δόξα ἦν αὐτῷ βιβρωσκομένους ὑπὸ βοῶν θεωρεῖν. καὶ περιεγρόμενος φέρειν εἰς μέγα δόξαν τὴν ὄψιν αὐτῷ μεταστέλλεται τοὺς μάντεις, οἷς περὶ ὀνειράτων ἦσαν αἱ ἀναστροφαί.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.339 Joseph. AJ 17.344 (English) >>Joseph. AJ 17.348

Powered by PhiloLogic